Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.388 Joseph. AJ 16.393 (English) >>Joseph. AJ 16.398

16.391ταῦτα μὲν οὖν ἐκεῖνος εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης, ἄδηλον εἴτε τὴν ἀλήθειαν ἐκβιασθεὶς φράζειν, εἴτε κἂν παραγραφὴν νοήσας τινὰ ταύτην τῶν κακῶν αὐτῷ καὶ τῷ γεγεννηκότι. 16.392

δὲ Ἡρώδης οὐδʼ εἴ τι πρότερον ἦν αὐτῷ ἐνδοιάσιμον περὶ τὴν τεκνοκτονίαν τούτῳ τόπον χώραν ἐν τῇ ψυχῇ καταλελοιπώς, ἀλλὰ πᾶν ἐξῃρημένος τὸ δυνησόμενον αὐτῷ μετάνοιαν ἀμείνονος λογισμοῦ παρασχεῖν ἔσπευσεν ἤδη τέλος ἐπιθεῖναι τῇ προαιρέσει. 16.393καὶ προαγαγὼν εἰς ἐκκλησίαν τριακοσίους τε τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τίρωνα σὺν τῷ παιδὶ καὶ τῷ πρὸ ἐκείνου διελέγχοντι κουρεῖ κατηγορίαν ἁπάντων αὐτῶν ἐποιήσατο. 16.394κἀκείνους μὲν τὸ πλῆθος ἀεὶ τοῖς παρατυχοῦσιν βάλλοντες ἀπέκτειναν. Ἀλέξανδρος δὲ καὶ Ἀριστόβουλος ἀχθέντες εἰς Σεβαστὴν ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ κτείνονται. τὰ δὲ σώματα νύκτωρ εἰς Ἀλεξάνδρειον ἀπέθεντο τοῦ τε μητροπάτορος ἐκεῖ καὶ τῶν πλείστων αὐτοῖς προγόνων κειμένων. 16.395

Ἴσως μὲν οὖν οὐκ ἄλογον ἐνίοις καταφαίνεται τρεφόμενον ἐκ πολλοῦ τὸ μῖσος οὕτως αὐξηθῆναι καὶ περαιτέρω προελθὸν ἀπονικῆσαι τὴν φύσιν. ἐπίστασις δὲ γένοιτʼ ἂν εἰκότως, εἴτε εἰς τοὺς νεανίσκους ἀνοιστέον τὴν τοιαύτην αἰτίαν πρὸς αἰτίαν ἐνάγοντας τὸν πατέρα καὶ χρόνῳ παρασκευάσαντας ὑπὸ χαλεπότητος ἀνήκεστον αὐτοῖς,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.388 Joseph. AJ 16.393 (English) >>Joseph. AJ 16.398

Powered by PhiloLogic